Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.34 Dem. 50.37 (English) >>Dem. 50.40

50.36λέγοντος δὲ αὐτοῦ ταῦτα, ἀπεκρινάμην αὐτῷ ὅτι σκεύη μὲν διὰ τοῦτο οὐ λάβοιμι ἐκ τοῦ νεωρίου, “ὅτι σὺ ἀδόκιμα ἐποίησας αὐτά. ἀλλʼ εἰ μὲν βούλει, ταῦτα παράλαβε· εἰ δὲ μή, σκεύη σαυτῷ παρασκεύαζε. περὶ δὲ τῶν ναυτῶν καὶ τῶν ἐπιβατῶν καὶ τῆς ὑπηρεσίας, εἰ φὴς ὑπʼ ἐμοῦ αὐτοὺς διεφθάρθαι, παραλαβὼν τὴν τριήρη αὐτὸς σαυτῷ κατασκεύασαι καὶ ναύτας καὶ ἐπιβάτας καὶ ὑπηρεσίαν, οἵτινές σοι μηδὲν λαβόντες συμπλεύσονται. τὴν δὲ ναῦν παράλαβε· οὐ γὰρ ἔτι μοι προσήκει τριηραρχεῖν· τε γὰρ χρόνος ἐξήκει μοι τῆς τριηραρχίας, καὶ ἐπιτετριηράρχηκα τέτταρας μῆνας.” 50.37λέγοντος δέ μου ταῦτα, ἀποκρίνεταί μοι ὅτι συντριήραρχος αὐτῷ οὐχ ἥκοι ἐπὶ τὴν ναῦν· “οὔκουν παραλήψομαι μόνος τὴν τριήρη.” ὡς οὖν ἀληθῆ ταῦτα λέγω πρὸς ὑμᾶς, καὶ ἐν μὲν τῇ ἀγορᾷ ἀπεκρίνατό μοι τὰ πρότερον, ὅτι οὐδὲν αὐτῷ μέλοι ὧν λέγοιμι, ἐν δὲ τῇ οἰκίᾳ οὗ Τιμόμαχος κατήγετο, ὅτι μόνος οὐ παραλήψεται τὴν ναῦν, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.Μαρτυρίαι

50.38μετὰ ταῦτα τοίνυν, ἄνδρες δικασταί, ὡς οὔτε οὗτος ἤθελέ μοι τὴν ναῦν διαδέχεσθαι, οὔτε τὰ ἀναλώματα ἀπεδίδου τοῦ ἐπιτετριηραρχημένου χρόνου, τε στρατηγὸς προσέταττέ μοι ἀνάγεσθαι, προσελθὼν αὐτῷ ἐν Θάσῳ ἐν τῷ λιμένι ἐναντίον τοῦ στρατηγοῦ, πλήρους οὔσης τῆς τριήρους, ἔλεγον δίκαια μὲν οὐκ ἦν, ἀλλὰ πλεονεκτήματα τούτου, ἀναγκαῖα δέ μοι ἐκ τῶν παρόντων εἰπεῖν, “ἐπειδή σοι φής,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.34 Dem. 50.37 (English) >>Dem. 50.40

Powered by PhiloLogic